# πρὸς Σπουδίαν ὑπὲρ προικός 8

Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-22/8

ἕτερον δʼ, ὦ ἄνδρες δικασταί, δύο μὲν μνᾶς, ἃς ἐμαρτύρησεν Ἀριστογένης ἐγκαλεῖν ἀποθνῄσκοντα Πολύευκτον ὀφειλομένας αὑτῷ παρὰ Σπουδίᾳ καὶ τὸν τόκον (τοῦτο δʼ ἐστὶν οἰκέτου τιμή, ὃν ἐωνημένος οὗτος παρὰ τοῦ Πολυεύκτου, τὴν τιμὴν οὔτʼ ἐκείνῳ διέλυσεν οὔτε νῦν εἰς τὸ κοινὸν ἀνενήνοχεν), ὀκτακοσίας δὲ καὶ χιλίας, περὶ ὧν οὐδʼ ἔγωγʼ οἶδα τί ποθʼ ἕξει δίκαιον λέγειν.

---

Demosthenes, πρὸς Σπουδίαν ὑπὲρ προικός, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg041.local001/.
