# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 113

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/113

ἀλλʼ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἀλλʼ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότʼ ὢν ἐπέδωκα τὰ χρήματα, ἐπῄνεσεν αὐτό φησίν ὑπεύθυνον ὄντα οὐ περὶ τούτων γʼ οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλʼ ἐφʼ οἷς ἐπέδωκα, ὦ συκοφάντα. ἀλλὰ καὶ τειχοποιὸς ἦσθα καὶ διά γε τοῦτο ὀρθῶς ἐπῃνούμην, ὅτι τἀνηλωμένʼ ἔδωκα καὶ οὐκ ἐλογιζόμην. ὁ μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξετασόντων προσδεῖται, ἡ δὲ δωρειὰ χάριτος καὶ ἐπαίνου δικαία ἐστὶ τυγχάνειν· διόπερ ταῦτʼ ἔγραψεν ὁδὶ περὶ ἐμοῦ.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
