# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 117

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/117

τούτων ἕκαστος, Αἰσχίνη, τῆς μὲν ἀρχῆς ἧς ἦρχεν ὑπεύθυνος ἦν, ἐφʼ οἷς δʼ ἐστεφανοῦτο οὐχ ὑπεύθυνος. οὐκοῦν οὐδʼ ἐγώ· ταὐτὰ γὰρ δίκαιʼ ἐστί μοι περὶ τῶν αὐτῶν τοῖς ἄλλοις δήπου. ἐπέδωκα· ἐπαινοῦμαι διὰ ταῦτα, οὐκ ὢν ὧν ἔδωχʼ ὑπεύθυνος. ἦρχον· καὶ δέδωκά γʼ εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δίʼ, ἀλλʼ ἀδίκως ἦρξα. εἶτα παρών, ὅτε μʼ εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις;

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
