# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 226

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 226. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/226

οὐκ ἦν τότε ταῦτα, ἀλλʼ ἐπὶ τῆς ἀληθείας, ἐγγὺς τῶν ἔργων, ἔτι μεμνημένων ὑμῶν καὶ μόνον οὐκ ἐν ταῖς χερσὶν ἕκαστʼ ἐχόντων, πάντες ἐγίγνοντʼ ἂν οἱ λόγοι. διόπερ τοὺς παρʼ αὐτὰ τὰ πράγματʼ ἐλέγχους φυγὼν νῦν ἥκει, ῥητόρων ἀγῶνα νομίζων, ὥς γʼ ἐμοὶ δοκεῖ, καὶ οὐχὶ τῶν πεπολιτευμένων ἐξέτασιν ποιήσειν ὑμᾶς, καὶ λόγου κρίσιν, οὐχὶ τοῦ τῇ πόλει συμφέροντος ἔσεσθαι.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
