# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 239

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/239

εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ. τί γὰρ νῦν λέγεις οἷʼ ἐχρῆν πράττειν, ἀλλʼ οὐ τότʼ ὢν ἐν τῇ πόλει καὶ παρὼν ταῦτʼ ἔγραφες, εἴπερ ἐνεδέχετο παρὰ τοὺς παρόντας καιρούς, ἐν οἷς οὐχ ὅσʼ ἐβουλόμεθα, ἀλλʼ ὅσα δοίη τὰ πράγματʼ ἔδει δέχεσθαι· ὁ γὰρ ἀντωνούμενος καὶ ταχὺ τοὺς παρʼ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα προσθήσων ὑπῆρχεν ἕτοιμος.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
