# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 265

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 265. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/265

ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
