# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 279

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 279. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/279

μηδενὸς δʼ ἀδικήματος πώποτε δημοσίου, προσθήσω δὲ μηδʼ ἰδίου, δίκην ἀξιώσαντα λαβεῖν παρʼ ἐμοῦ μήθʼ ὑπὲρ τῆς πόλεως μήθʼ ὑπὲρ αὑτοῦ, στεφάνου καὶ ἐπαίνου κατηγορίαν ἥκειν συνεσκευασμένον καὶ τοσουτουσὶ λόγους ἀνηλωκέναι ἰδίας ἔχθρας καὶ φθόνου καὶ μικροψυχίας ἐστὶ σημεῖον, οὐδενὸς χρηστοῦ. τὸ δὲ δὴ καὶ τοὺς πρὸς ἔμʼ αὐτὸν ἀγῶνας ἐάσαντα νῦν ἐπὶ τόνδʼ ἥκειν, καὶ πᾶσαν ἔχει κακίαν.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
