# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 281

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/281

ὁ γὰρ οὕτως ἔχων τὴν ψυχήν, οὗτος ἐπʼ εὐνοίᾳ πάντʼ ἐρεῖ· ὁ δʼ ἀφʼ ὧν ἡ πόλις προορᾶταί τινα κίνδυνον ἑαυτῇ, τούτους θεραπεύων οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς, οὔκουν οὐδὲ τῆς ἀσφαλείας τὴν αὐτὴν ἔχει προσδοκίαν. ἀλλʼ, ὁρᾷς; ἐγώ· ταὐτὰ γὰρ συμφέρονθʼ εἱλόμην τουτοισί, καὶ οὐδὲν ἐξαίρετον οὐδʼ ἴδιον πεποίημαι.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
