# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 285

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 285. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/285

πολλὰ καὶ καλὰ καὶ μεγάλʼ ἡ πόλις, Αἰσχίνη, καὶ προείλετο καὶ κατώρθωσεν διʼ ἐμοῦ, ὧν οὐκ ἠμνημόνησεν. σημεῖον δέ· χειροτονῶν γὰρ ὁ δῆμος τὸν ἐροῦντʼ ἐπὶ τοῖς τετελευτηκόσιν παρʼ αὐτὰ τὰ συμβάντα, οὐ σὲ ἐχειροτόνησε προβληθέντα, καίπερ εὔφωνον ὄντα, οὐδὲ Δημάδην, ἄρτι πεποιηκότα τὴν εἰρήνην, οὐδʼ Ἡγήμονα, οὐδʼ ἄλλον ὑμῶν οὐδένα, ἀλλʼ ἐμέ. καὶ παρελθόντος σοῦ καὶ Πυθοκλέους ὠμῶς καὶ ἀναιδῶς, ὦ Ζεῦ καὶ θεοί, καὶ κατηγορούντων ἐμοῦ ταὔθʼ ἃ καὶ σὺ νυνί, καὶ λοιδορουμένων, ἔτʼ ἄμεινον ἐχειροτόνησεν ἐμέ.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
