# ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου 312

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, Section 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-26/312

ἀλλʼ, ὦ τᾶν, εἰ μηδὲν τούτων, εὔνοιά γε καὶ προθυμία· ποῦ; πότε; ὅστις, ὦ πάντων ἀδικώτατε, οὐδʼ ὅθʼ ἅπαντες, ὅσοι πώποτʼ ἐφθέγξαντʼ ἐπὶ τοῦ βήματος, εἰς σωτηρίαν ἐπεδίδοσαν, καὶ τὸ τελευταῖον Ἀριστόνικος τὸ συνειλεγμένον εἰς τὴν ἐπιτιμίαν, οὐδὲ τότʼ οὔτε παρῆλθες οὔτʼ ἐπέδωκας οὐδέν, οὐκ ἀπορῶν, πῶς γάρ; ὅς γʼ ἐκεκληρονομήκεις μὲν τῶν Φίλωνος τοῦ κηδεστοῦ χρημάτων πλεῖν ἢ πέντε ταλάντων, διτάλαντον δʼ εἶχες ἔρανον παρὰ τῶν ἡγεμόνων τῶν συμμοριῶν ἐφʼ οἷς ἐλυμήνω τὸν τριηραρχικὸν νόμον.

---

Demosthenes, ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg018.local001/.
