# περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας 22

Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-27/22

καὶ γάρ τοι πάντα διʼ αὑτῶν ποιοῦνται, καὶ μόνον οὐχ ὑπὸ κήρυκος πωλοῦσι τὰ κοινά, καὶ στεφανοῦν, ὃν ἂν αὐτοῖς δοκῇ, καὶ μὴ στεφανοῦν κελεύουσι, κυριωτέρους αὑτοὺς τῶν ὑμετέρων δογμάτων καθιστάντες. ἐγὼ δʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, παραινῶ μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ. εἰ δὲ μή, διδάξετε πάντας τὰ μὲν ὑφʼ ὑμῶν προσταττόμενʼ ὡς εὐτελέστατα διοικεῖν, τοὺς δʼ ὑπὲρ τούτων ἀναιδῶς εἰς ὑμᾶς ψευδομένους ὡς πλείστου μισθοῦσθαι.

---

Demosthenes, περὶ τοῦ Στεφάνου τῆς τριηραρκίας, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg051.local001/.
