# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 106

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/106

αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ τῶν Ἀθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἃ τῇ παρʼ ἐκείνοις πολιτείᾳ συμφέρει, ταῦτʼ ἐπαινεῖν ἀνάγκη . εἶτα καὶ Λακεδαιμόνιοι τῶν μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρʼ ἐκείνοις εἰσὶ τιμαί, ἃς ἀπεύξαιτʼ ἂν ἅπας ὁ δῆμος ἐνταυθοῖ γενέσθαι.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
