# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 111

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/111

εἰ δὲ δεῖ παρὰ πάντα ταῦτʼ εἰπεῖν ὃ δίκαιον ἡγοῦμαι, ἐκεῖνʼ ἂν ἔγωγʼ εἴποιμι. οὐκ ἔστι δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι , κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρʼ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δʼ ὧν ὁ παρʼ ἡμῖν δῆμος εὐδαίμων, ταῦθʼ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
