# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 121

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/121

ἔτι δʼ εἰ μηδὲν ἔμελλε τοῦτʼ ἔσεσθαι δυσχερές, οὐδʼ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι, εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν, ἢ μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει. μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθʼ ὑμῖν συμφέρει συμβαίνειν πολλάκις καιρόν, οὔτʼ ἴσως ῥᾴδιον αἰτίῳ γενέσθαι·

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
