# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 132

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/132

πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων γεγόνασι παρʼ ὑμῖν τοιοῦτοι, ὧν εἷς ἐστιν ὁ Λυκίδας. ἀλλʼ ἕτερον πρόξενόν ἐστʼ εἶναι καὶ ἀτέλειαν εὑρῆσθαι. μὴ δὴ παραγόντων ὑμᾶς, μηδʼ, ὅτι δοῦλος ὢν ὁ Λυκίδας καὶ Διονύσιος καί τις ἴσως ἄλλος διὰ τοὺς μισθοῦ τὰ τοιαῦτα γράφοντας ἑτοίμως πρόξενοι γεγόνασι, διὰ τοῦθʼ ἑτέρους ἀξίους καὶ ἐλευθέρους καὶ πολλῶν ἀγαθῶν αἰτίους, ἃς ἔλαβον δικαίως παρʼ ὑμῶν δωρειὰς ἀφελέσθαι ζητούντων.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
