# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 133

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/133

πῶς γὰρ οὐχὶ καὶ κατὰ τοῦτο δεινότατʼ ἂν πεπονθὼς ὁ Χαβρίας φανείη, εἰ μὴ μόνον ἐξαρκέσει τοῖς τὰ τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυκίδαν πρόξενον ὑμέτερον πεποιηκέναι, ἀλλʼ εἰ διὰ τοῦτον πάλιν καὶ τῶν ἐκείνῳ τι δοθέντων ἀφέλοιντο, καὶ ταῦτʼ αἰτίαν λέγοντες ψευδῆ; οὐ γάρ ἐστιν οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς πρόξενος ὢν ἀτελής, ὅτῳ μὴ διαρρήδην ἀτέλειαν ἔδωκεν ὁ δῆμος. τούτοις δʼ οὐ δέδωκεν, οὐδʼ ἕξουσιν οὗτοι δεικνύναι, λόγῳ δʼ ἂν ἀναισχυντῶσιν, οὐχὶ καλῶς ποιήσουσιν.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
