# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 144

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/144

μηδὲν οὖν φιλονίκει, Λεπτίνη, μηδὲ βιάζου τοιοῦτον διʼ οὗ μήτʼ αὐτὸς δόξεις βελτίων εἶναι μήθʼ οἱ πεισθέντες σοι, ἄλλως τε καὶ γεγενημένου σοι τοῦ ἀγῶνος ἀκινδύνου. διὰ γὰρ τὸ τελευτῆσαι Βάθιππον τὸν τουτουὶ πατέρʼ Ἀψεφίωνος, ὃς αὐτὸν ἔτʼ ὄνθʼ ὑπεύθυνον ἐγράψατο, ἐξῆλθον οἱ χρόνοι, καὶ νυνὶ περὶ αὐτοῦ τοῦ νόμου πᾶς ἐσθʼ ὁ λόγος, τούτῳ δʼ οὐδείς ἐστι κίνδυνος.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
