# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 146

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/146

ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι καὶ μάλισθʼ οἱ δεινοὶ λέγειν ἄνδρες, Λεωδάμας Ἀχαρνεὺς καὶ Ἀριστοφῶν Ἁζηνιεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων καὶ Δεινίας Ἑρχιεύς. ἃ δὴ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν εἰκότως, ἀκούσατε, καὶ σκοπεῖτʼ ἂν ὑμῖν δίκαια φαίνηται. πρῶτον μὲν πρὸς Λεωδάμαντα. οὗτος ἐγράψατο τὴν Χαβρίου δωρειάν, ἐν ᾗ τοῦτʼ ἔνεστιν τὸ τῆς ἀτελείας τῶν ἐκείνῳ τι δοθέντων, καὶ πρὸς ὑμᾶς εἰσελθὼν ἡττήθη·

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
