# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 148

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/148

καὶ μὴν πρός γʼ Ἀριστοφῶντα πολλὰ καὶ δίκαιʼ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρειὰν παρʼ ὑμῖν, ἐν ᾗ τοῦτʼ ἐνῆν. καὶ οὐ τοῦτʼ ἐπιτιμῶ· δεῖ γὰρ ἐφʼ ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερʼ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλʼ ἐκεῖνό γʼ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτʼ ἔμελλεν ὑπάρχειν λαβόντι, μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ δʼ ἑτέροις δέδοται, τηνικαῦτʼ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
