# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 153

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/153

τοὺς δὴ συνεροῦντας νόμῳ καὶ διδάξοντας ὑμᾶς ὡς ἐπιτήδειός ἐστιν, αὐτοὺς τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους φαίνεσθαι· εἰ δὲ μή, γελοῖον νόμῳ μὲν συνδικεῖν, νόμον δʼ αὐτοὺς παραβαίνειν ἕτερον. ἀνάγνωθι λαβὼν τὸν νόμον αὐτοῖς ὃν λέγω. ΝΟΜΟΣ. οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων, ὃν ἐὰν σωφρονῶσι φυλάξονται παραβαίνειν οὗτοι.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
