# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 16

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/16

τό τε γὰρ μὴ μετʼ αἰσχύνης ὡς κολακεύοντα λαμβάνειν, ἀλλʼ ἐν ἰσηγορίᾳ δοκοῦντʼ ἄξιόν τινος εἶναι τιμᾶσθαι τῶν καλῶν ἐστι, τό θʼ ὑπὸ τῶν ὁμοίων ἑκόντων θαυμάζεσθαι τοῦ παρὰ τοῦ δεσπότου λαμβάνειν ὁτιοῦν κρεῖττον εἶναι δοκεῖ. παρὰ μὲν γὰρ ἐκείνοις μείζων ἐστὶν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος, παρὰ δʼ ὑμῖν ἀδεῶς ἃν λάβῃ τις ἔχειν ὑπῆρχε τὸν γοῦν ἄλλον χρόνον.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
