# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 30

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/30

ἔστι γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρʼ ὑμῶν ποιήσει πολίτης· κατʼ οὐδέτερον δʼ αὐτῷ τὴν ἀτέλειαν ἔστιν ἔχειν ἐκ τούτου τοῦ νόμου. καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τινʼ ἕκαστος ἡμῖν χρήσιμον αὑτὸν παρέσχεν, οὗτος δέ, ἂν σκοπῆτε, φανήσεται συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθʼ ὧν μάλισθʼ ἡμῶν ἡ πόλις δεῖται.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
