# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 32

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/32

τοῦτο δʼ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττεται τοὺς παρʼ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρʼ ἐκείνου δεῦρʼ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντʼ εἰσί· καὶ τοῦτʼ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίους.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
