# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 55

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/55

ἃ μὲν ἐψηφίσασθε τοῖς φεύγουσιν διʼ ὑμᾶς Κορινθίων ταῦτʼ ἐστίν, ὦ ἄνδρες δικασταί. ὅρα δέ, εἴ τις ἐκείνους τοὺς καιροὺς εἰδὼς ἤ τινος εἰδότος διεξιόντος ἀκούσας, ἀκούσαι τοῦ νόμου τούτου τὰς τότε δωρειὰς δοθείσας ἀφαιρουμένου, ὅσην ἂν κακίαν τῶν θεμένων τὸν νόμον καταγνοίη, οἳ παρὰ μὲν τὰς χρείας οὕτω φιλάνθρωποι καὶ πάντα ποιοῦντες, ἐπειδὴ δʼ ἐπράξαμεν πάνθʼ ὅσʼ ἂν εὐξαίμεθα, οὕτως ἀχάριστοι καὶ κακοί, ὥστε τούς τʼ ἔχοντας ἀφῃρήμεθα καὶ τὸ λοιπὸν μηδενὶ δοῦναι ταῦτʼ ἐξεῖναι νόμον τεθήκαμεν.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
