# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 56

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/56

νὴ Δίʼ ἀνάξιοι γάρ τινες τῶν εὑρημένων ταῦτʼ ἦσαν· τουτὶ γὰρ παρὰ πάντʼ ἔσται τὸν λόγον αὐτοῖς. ἔπειτʼ ἐκεῖνʼ ἀγνοεῖν φήσομεν, ὅτι τὴν ἀξίαν, ὅταν διδῶμεν, δεῖ σκοπεῖν, οὐ μετὰ ταῦθʼ ὕστερον χρόνῳ παμπληθεῖ; τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἔργον ἀνθρώπων ἐστί· τὸ δὲ τοὺς ἔχοντας ἀφαιρεῖσθαι φθονούντων, τοῦτο δʼ οὐ δεῖ δοκεῖν ὑμᾶς πεπονθέναι.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
