# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 69

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/69

καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτʼ ἐν τῇ στήλῃ γέγραπται· ἐπειδὴ φησὶν ἠλευθέρωσε τοὺς Ἀθηναίων συμμάχους. ἔστιν δὲ τοῦτο τὸ γράμμʼ, ὦ ἄνδρες δικασταί, ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας τοὺς Ἕλληνας· ὅτου γὰρ ἄν τις παρʼ ὑμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
