# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 75

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/75

εἶεν. ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν, ἣν ὁ πατὴρ αὐτῷ δικαίως παρʼ ὑμῶν λαβὼν κατέλιπεν. ἀλλʼ οὐδένʼ ἀνθρώπων εὖ φρονοῦντʼ οἶμαι ταῦτʼ ἂν φῆσαι καλῶς ἔχειν. ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρʼ ἐμοῦ λόγου, ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ, οὐ μὴν κωλύει γʼ οὐδὲν κἀμὲ διὰ βραχέων ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ.

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
