# περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 83

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, Section 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-3/83

εἶθʼ ὑπὲρ ὧν ἐκεῖνος ᾤετο δεῖν ἀποθνῄσκειν ἢ νικᾶν, ταῦθʼ ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τὰ μὲν τρόπαιʼ ἑστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ἃ ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δʼ ἐπὶ τούτοις δωρειῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λογιεῖσθε, ὅτι νῦν οὐχ ὁ νόμος κρίνεται πότερον ἔστʼ ἐπιτήδειος ἢ οὔ, ἀλλʼ ὑμεῖς δοκιμάζεσθʼ εἴτʼ ἐπιτήδειοι πάσχειν ἔστʼ εὖ τὸν λοιπὸν χρόνον εἴτε μή;

---

Demosthenes, περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg020.local001/.
