# ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας 29

Demosthenes, ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-31/29

καὶ παράδειγμα λέγειν ἔχω τούτου πᾶσιν ὑμῖν γνώριμον. εἰσὶ συνθῆκαι τοῖς Ἕλλησι πρὸς βασιλέα, ἃς ἐποιήσαθʼ ἡ πόλις ἡ ἡμετέρα, ἃς ἅπαντες ἐγκωμιάζουσι, καὶ μετὰ ταῦθʼ ὕστερον Λακεδαιμόνιοι ταύτας ὧν δὴ κατηγοροῦσι· κἀν ταύταις οὐχὶ ταὐτὰ δίκαιʼ ἀμφοτέραις ὥρισται. τῶν μὲν γὰρ ἰδίων δικαίων τῶν ἐν ταῖς πολιτείαις οἱ νόμοι κοινὴν τὴν μετουσίαν ἔδοσαν καὶ ἴσην καὶ τοῖς ἀσθενέσιν καὶ τοῖς ἰσχυροῖς· τῶν δʼ Ἑλληνικῶν δικαίων οἱ κρατοῦντες ὁρισταὶ τοῖς ἥττοσι γίγνονται.

---

Demosthenes, ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg015.local001/.
