# Δημοσθένους ἐπιστολαὶ 9-4-10

Demosthenes, Δημοσθένους ἐπιστολαὶ, 9 to 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-32/9-4

ὑμᾶς δʼ ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθʼ ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν. οὐκοῦν ἀφʼ ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν. τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δʼ ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν. γνοίη δʼ ἄν τις, εἰ προέλοιτʼ ἐξετάσαι τὰ ἐπιτηδεύματʼ ἐν οἷς ζῇ.

---

Demosthenes, Δημοσθένους ἐπιστολαὶ, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg063.local001/.
