# προοίμια δημηγορικά 2.3

Demosthenes, προοίμια δημηγορικά, Exordium 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/2.3

β τὸ μὲν , ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθʼ ὡς ἂν ἡμεῖς βουλοίμεθʼ ἔχειν μήτε παρʼ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν· πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδʼ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
