# προοίμια δημηγορικά 21.3

Demosthenes, προοίμια δημηγορικά, Exordium 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/21.3

ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφʼ ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθʼ ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθʼ ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθʼ ὅσʼ ἂν δαπανήσητε, βελτίω δʼ οὐδʼ ὁτιοῦν τὰ πράγματʼ ἔσται, κρινεῖτε δʼ ὃν ἂν βούλησθʼ ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας· οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ʼκείνοις ἐσμὲν δίκαιοι.

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
