Ancient Greek
Exordium 21
Demosthenes, προοίμια δημηγορικά 21.4
Not analysed yet
ἵνʼ οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδʼ ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστʼ εἰς δέον λέγουσιν ʽοὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾀ, ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.