# προοίμια δημηγορικά 23.2

Demosthenes, προοίμια δημηγορικά, Exordium 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/23.2

κγ τὴν μὲν ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται· περιιὼν μὲν ἕκαστος ὡς αἰσχρὰ καὶ δεινά λέγει καὶ μέχρι τοῦ προβήσεται τὰ πράγματα; συγκαθεζόμενος δʼ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δʼ ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
