Ancient Greek
Exordium 30
Demosthenes, προοίμια δημηγορικά 30.3
Not analysed yet
ἔπειτʼ οὐκ ἀθυμητέον τοῖς γεγενημένοις· ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτʼ ἔστιν ; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.