Ancient Greek
32.3 to 32.4
Demosthenes, προοίμια δημηγορικά 32.3-4
Not analysed yet
ἐγὼ δʼ οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ οὕτως ὁρῶν ἠγμένους ὑμᾶς· καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθʼ ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐδὲ τὰ νῦν δοκοῦντʼ ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατʼ ἐξ ὧν ἐπείσθητε. ὥσπερ ἂν τοίνυν, εἰ νόμισμʼ ἐκρίνεθʼ ὁποῖόν τί ποτʼ ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθʼ εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δʼ ἄρʼ ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι.