# προοίμια δημηγορικά 38.1

Demosthenes, προοίμια δημηγορικά, Exordium 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/38.1

πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους· ὅταν γὰρ τὰ πράγματʼ ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ʼθέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν· εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δʼ οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον;

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
