# προοίμια δημηγορικά 42.2

Demosthenes, προοίμια δημηγορικά, Exordium 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/42.2

ἀλλʼ οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντʼ ἐστὶν ἐλάττω· ὅταν δʼ ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται· ὑμεῖς δʼ οὐδὲ τὰ τοῖς ἄλλοις συμβαίνοντʼ ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλʼ ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτʼ αὐτοὶ δημοσίᾳ μοι δοκεῖτʼ ἀναμένειν παθόντες αἰσθέσθαι.

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
