# προοίμια δημηγορικά 46.1-3

Demosthenes, προοίμια δημηγορικά, 46.1 to 46.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-35/46.1

ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε· πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω, τἄλλα πάνθʼ ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι, χάριν γʼ εἴχετʼ εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατηγόρουν καὶ μὴ πρὸς ἄλλους. ἐπειδὴ δὲ διαστρέψαντες τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφʼ ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δʼ αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθʼ ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν. εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετʼ ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐδʼ αὐτοὶ καλοκἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν. ἔστι μὲν οὖν χαλεπὸν τὸ παρʼ ὑμῖν ὑπὲρ ὑμῶν ἐροῦντʼ ἀνεστηκέναι, ὥσπερ ῥᾴδιον τὸ καθʼ ὑμῶν. ἐγὼ γὰρ μὰ τὴν Ἀθηνᾶν οὐδένας ἂν τῶν ἄλλων ἀνθρώπων οὕτως οἶμαι τὰ προσόνθʼ αὑτοῖς ἀκοῦσαι νουθετουμένους, ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες. οὐ μὴν οὐδὲ τούτους θρασέως ἂν οὕτως ἡγοῦμαι ψεύδεσθαι, εἰ μὴ συνῄδεσαν ταῦτα, καὶ πρόδηλον ἦν ὅτι

---

Demosthenes, προοίμια δημηγορικά, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg062.local001/.
