Ancient Greek
Exordium 56
Demosthenes, προοίμια δημηγορικά 56.1
Not analysed yet
τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθʼ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγʼ αἰσχρὸν ἡγοῦμαι . οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν.