Ancient Greek
Exordium 6
Demosthenes, προοίμια δημηγορικά 6.2
Not analysed yet
τὴν μὲν οὖν αἰτίαν διʼ ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν ἐν τῷ παρόντι· ὅτι δʼ ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτʼ ἐπιτιμῶ. ἐγὼ δʼ οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθʼ ὑποσχήσομαι τοιοῦτʼ οὐδὲν ὃ μὴ παραχρῆμʼ ἐπιδείξω, οὐδʼ ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω· ἀλλʼ ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι.