# κατὰ Ἀφόβου β΄ 12

Demosthenes, κατὰ Ἀφόβου β΄, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-37/12

δύʼ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν· ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτʼ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν. λάβʼ ἑτέραν καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑ. ταῦτα τἀνδράποδʼ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθʼ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δʼ ἀπʼ αὐτῶν οὐδʼ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον. λέγʼ ἑτέραν. ΜΑΡΤΥΡΙΑ

---

Demosthenes, κατὰ Ἀφόβου β΄, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg028.local001/.
