# κατὰ Ἀριστοκράτους 86

Demosthenes, κατὰ Ἀριστοκράτους, Section 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-38/86

λέγε δὴ τὸν ἐφεξῆς. ΝΟΜΟΣ. μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις. ἔστι μὲν οὐκέτι τῶν φονικῶν ὅδʼ ὁ νῦν ἀνεγνωσμένος νόμος, ὦ ἄνδρες δικασταί, οὐδʼ ὁτιοῦν δʼ ἧττον ἔχει καλῶς, εἴπερ καὶ ἄλλος τις. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτως ᾤετο δεῖν καὶ τῶν νόμων ἴσον μετέχειν πάντας ὁ θεὶς αὐτόν, καὶ διὰ ταῦτʼ ἔγραψεν μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις. ὁπότε τοίνυν τὰ ψηφίσματα δεῖν κατὰ τοὺς νόμους ὁμολογεῖται γράφειν, ὁ γράφων ἰδίᾳ τι Χαριδήμῳ τοιοῦτον ὃ μὴ πᾶσι καὶ ὑμῖν ἔσται, σαφῶς καὶ παρὰ τοῦτον ἂν εἰρηκὼς εἴη τὸν νόμον. οὐ γὰρ δήπου, ἃ μηδὲ νομοθετεῖν ἔξεστιν, ταῦτʼ ἐν ψηφίσματι γράψας τις ἔννομʼ ἂν εἰρηκὼς εἴη.

---

Demosthenes, κατὰ Ἀριστοκράτους, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg023.local001/.
