# κατὰ Διονυσοδώρου βλάβης 1

Demosthenes, κατὰ Διονυσοδώρου βλάβης, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-42/1

κοινωνός εἰμι τοῦ δανείσματος τούτου, ἄνδρες δικασταί. συμβαίνει δʼ ἡμῖν τοῖς τὴν κατὰ θάλατταν ἐργασίαν προῃρημένοις καὶ τὰ ἡμέτερʼ αὐτῶν ἐγχειρίζουσιν ἑτέροις ἐκεῖνο μὲν σαφῶς εἰδέναι, ὅτι ὁ δανειζόμενος ἐν παντὶ προέχει ἡμῶν. λαβὼν γὰρ ἀργύριον φανερὸν καὶ ὁμολογούμενον, ἐν γραμματειδίῳ δυοῖν χαλκοῖν ἐωνημένῳ καὶ βυβλιδίῳ μικρῷ πάνυ τὴν ὁμολογίαν καταλέλοιπε τοῦ ποιήσειν τὰ δίκαια. ἡμεῖς δʼ οὐ φαμὲν δώσειν, ἀλλʼ εὐθὺς τῷ δανειζομένῳ δίδομεν τὸ ἀργύριον.

---

Demosthenes, κατὰ Διονυσοδώρου βλάβης, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg056.local001/.
