# κατὰ Διονυσοδώρου βλάβης 9

Demosthenes, κατὰ Διονυσοδώρου βλάβης, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-42/9

ὅτε μὲν οὖν ἐνθένδε ἀπέστελλον οὗτοι τὴν ναῦν, ἐπιεικῶς ἔντιμον κατέλιπον τὸν σῖτον· διὸ καὶ ὑπέμειναν ἐν τῇ συγγραφῇ γράψασθαι εἰς Ἀθήνας πλεῖν, εἰς δʼ ἄλλο μηδὲν ἐμπόριον. μετὰ δὲ ταῦτα, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ὁ Σικελικὸς κατάπλους ἐγένετο καὶ αἱ τιμαὶ τοῦ σίτου ἐπʼ ἔλαττον ἐβάδιζον καὶ ἡ ναῦς ἡ τούτων ἀνῆκτο εἰς Αἴγυπτον, εὐθέως οὗτος ἀποστέλλει τινὰ εἰς τὴν Ῥόδον ἀπαγγελοῦντα τῷ Παρμενίσκῳ τῷ κοινωνῷ τὰ ἐνθένδε καθεστηκότα, ἀκριβῶς εἰδὼς ὅτι ἀναγκαῖον εἴη τῇ νηὶ προσσχεῖν εἰς Ῥόδον.

---

Demosthenes, κατὰ Διονυσοδώρου βλάβης, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg056.local001/.
