# πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου 6

Demosthenes, πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-43/6

οὐ μόνον αὐτοὶ προθύμως συμπολεμήσουσιν, ἀλλὰ καὶ βασιλέα χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν κέκτηται πλοῦτον ὅσον οὐδʼ οἱ λοιποὶ πάντες, τηλικαύτην δʼ ἔχει ῥώμην πρὸς τὰς ἐνθάδε πράξεις ὥστε καὶ πρότερον, ἡνίκα Λακεδαιμονίοις ἐπολεμοῦμεν, ὁποτέροις πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν μεθʼ ἡμῶν γενόμενος ῥᾳδίως καταπολεμήσει τὴν Φιλίππου δύναμιν.

---

Demosthenes, πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου, ed. Samuel Henry Butcher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg011.local001/.
