# κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 47

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, Section 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-44/47

ἐγὼ μὲν τοίνυν, εἰς ἃ οὗτος κατέφυγεν τότε δίκαια, ἐκ τούτων οἴομαι δεῖν τὸν ἔλεγχον γενέσθαι, ἐκ τῆς ἀνθρώπου βασανιζομένης, ὁπότερος ἦρξεν χειρῶν ἀδίκων· τοῦτο γάρ ἐστιν ἡ αἴκεια. καὶ τοὺς μάρτυρας διὰ τοῦτο διώκω τῶν ψευδομαρτυρίων, ὅτι ἐμαρτύρησαν ἐθέλειν παραδιδόναι τὸν Θεόφημον τὴν ἄνθρωπον, οὐδαμοῦ τὸ σῶμα παραδιδόντος οὔτε τότε πρὸς τῷ διαιτητῇ οὔτε ὕστερον, πολλάκις ἐμοῦ ἐξαιτήσαντος.

---

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg047.local001/.
