# κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 56

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, Section 56. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-44/56

ἀναγκαῖον οὖν ἦν μὴ περιιδεῖν ἐνδεεῖς ὄντας μήτε τιτθὴν γενομένην μήτε παιδαγωγόν· ἅμα δὲ καὶ τριηραρχῶν ἐξέπλεον, ὥστε καὶ τῇ γυναικὶ βουλομένῃ ἦν τοιαύτην οἰκουρὸν μετʼ αὐτῆς με καταλιπεῖν. ἀριστώντων δὲ ἐν τῇ αὐλῇ, ὡς ἐπεισπηδῶσιν οὗτοι καὶ καταλαμβάνουσιν αὐτὰς καὶ ἥρπαζον τὰ σκεύη, αἱ μὲν ἄλλαι θεράπαιναι (ἐν τῷ πύργῳ γὰρ ἦσαν, οὗπερ διαιτῶνται) ὡς ἤκουσαν κραυγῆς, κλείουσι τὸν πύργον, καὶ ἐνταῦθα μὲν οὐκ εἰσῆλθον, τὰ δʼ ἐκ τῆς ἄλλης οἰκίας ἐξέφερον σκεύη,

---

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg047.local001/.
