# κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 75

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, Section 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-44/75

καὶ ἐπειδὴ ἐδεήθην αὐτοῦ ἀναβαλέσθαι μοι τὴν ὑπερημερίαν, ἅσμενος ἤκουσεν, ἵνα ὑπερήμερος αὐτῷ γενοίμην καὶ ἐκφορήσαιτό μου ὡς πλεῖστα. καὶ διὰ τοῦτο ἀκάκως καὶ ταχύ μοι ὡμολόγησεν, ἵνα πιθανὸς γένηται καὶ μὴ καταφανὴς ἐπιβουλεύων, ἡγούμενος οὐκ εἶναι αὑτῷ διʼ ἄλλου τρόπου τοὺς μάρτυρας ἀφεθῆναι τῶν ψευδομαρτυρίων ἢ διὰ τοῦ ἐξαπατῆσαι καὶ λαβεῖν με ὑπερήμερον καὶ ἐκφορήσασθαι ὡς πλεῖστα· οὐ γὰρ ὅσα ἔχουσί μου ᾤετο λήψεσθαι, ἀλλὰ πολλῷ πλείω.

---

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg047.local001/.
