# κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 77

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, Section 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demosthenes/text-44/77

ὅτι δʼ ἀληθῆ λέγω, μέγα τεκμήριον ὑμῖν ἔστω· τῇ ὑστεραίᾳ γὰρ ἐκομίσατο τὸ ἀργύριον τῆς δίκης ἢ τὰ ἐνέχυρα ἔλαβεν. καίτοι πῶς ἄν, εἰ μὴ πεπορισμένον ἦν, εὐθὺς ἀπέλαβε τὸ ἀργύριον χιλίας τριακοσίας δέκα τρεῖς δύʼ ὀβολώ; καὶ τὰ ἐνέχυρά μοι οὐκ ἀπεδίδου, ἀλλʼ ἔτι καὶ νῦν ἔχει ὡς ὑπερημέρου ὄντος. ὅτι δʼ οὐκ ἦν αὐτῷ ὑπερήμερος, ἀνάγνωθί μοι τὸν νόμον καὶ τὴν μαρτυρίαν, ὃς κελεύει κύρια εἶναι ὅ τι ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ, ὥστε οὐκέτι ἦν αὐτῷ δήπου ὑπερήμερος. ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.

---

Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν, ed. William Rennie. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0014.tlg047.local001/.
